Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.660
Not analysed yet
τῶν Ἐπιδημιῶν ἅπαντα γράφων τὰ συμβάντα τοῖς |ἀρρώστοις· ἔγκειται δέ τινα καὶ κατὰ ταῦτα τὰ βιβλία τῶν καθόλου χωρὶς ἀρρώστων διδασκόμενα. κατὰ μέντοι τὸ Προρρητικὸν τοῦτο σύγγραμμα πολλαχόθι συγκέχυται τὰ τῆς διδασκαλίας τῶν φανέντων κατὰ τοὺς νοσοῦντας ἁπάντων εἰς μίαν ἀναγομένων συνδρομήν, κἂν ἐπὶ διαθέσεσιν ἑτερογενέσι γένηται, καθάπερ καὶ νῦν ἐπὶ τοῦ Δυσώδους καρδίας πόνον εἰπών, τοῦτ' ἔστι στόματος τῆς γαστρός, ἅμα ὑποχονδρίῳ συντόνῳ καὶ κεφαλαλγίᾳ προσέθηκε τὸ ἀσθματῶδες, εἶτα μετὰ ταῦτα ἐπὶ τῇ τελευτῇ καὶ οὖρα ἐζυμωμένα βιαίως. πρόσκειται γὰρ τῷ λόγῳ καὶ τὸ βιαίως, ἵνα κἀνταῦθα ζητῶμεν, εἴτε βιαίως ἐζυμωμένα φησὶ γεγενημένα τὰ οὖρα, τὸ βιαίως ἀντὶ τοῦ σφοδρῶς εἰπών, εἴτε προσυπακοῦσαι δεῖ τῷ βιαίως τὸ οὐρούμενα, δηλοῦντος αὐτοῦ τὸ μόγις καὶ μετὰ βίας οὐρεῖν. ἀλλὰ καὶ τὰ ἐζυμωμένα κατὰ τὸν λόγον εἴρηται, μήτε κατὰ τὸ Προγνωστικὸν γεγραμμένα μήτε ἐν τοῖς τῶν Ἐπιδημιῶν. εἶθ' ὅταν ἅπαντα διεξέλθωμεν, οὐδὲν ἡμῖν ἐστιν πλέον. ὅμως δ' οὖν, ἐπειδὴ κατέστημεν ἐπὶ τὸ σαφηνίζειν αὐτά, καὶ περὶ τῶν ἐζυμωμένων εἴπωμεν. |