Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.665
Not analysed yet
μήνιγγας ἢ ἀμφότερα, κἄπειτα κατὰ συμπάθειαν οὔρων ἀπόληψιν ἐπώδυνον ἐσχηκότα. πιθανὸν γὰρ καὶ τὰς ταχὺ μεταπιπτούσας φρίκας τὰς δυσφόρους ἐπὶ φλεγμονῇ τῶν εἰρημένων μορίων γίγνεσθαι. Καὶ οἱ ἀσώδεες ἀνεμέτως παροξυνόμενοι κακοί. Ἐχρῆν αὐτῷ προστεθῆναι, πότερον ‘ναυτιώδεις ὄντες’ ἢ οὔ. τινὲς μὲν γὰρ οὐκ ἐμοῦσιν ναυτιῶντες, ἔνιοι δὲ ἀσώδεις ὄντες οὐδ' ὅλως ἐναυτίασαν, οὓς καὶ δοκεῖ μοι διὰ τῆς προκειμένης ῥήσεως ἐνδείκνυσθαι. διττῶς γὰρ γιγνομένων ἀσωδῶν τῶν καμνόντων, ἕνα μὲν τρόπον, ὅταν ἡ δύναμις ὑπὸ τοῦ σώματος βαρύνηται καὶ μηδὲν φέρῃ σχῆμα ῥᾳδίως, ἕτερον δέ, ὅταν τὸ στόμα τῆς γαστρὸς ὑπὸ μοχθηρῶν δάκνηται χυμῶν, οἱ πρότεροι μὲν ὀλεθρίως διάκεινται, ναυτιώδεις δ' εἰσὶν οἱ δεύτεροι. |