Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.666
Not analysed yet
Κατάψυξις μετὰ σκληρυσμοῦ σημεῖον ὀλέθριον. Κατὰ διττὸν τρόπον σκληρύνεται τὰ σώματα, ποτὲ μὲν διὰ βάθους ὅλα σφοδρῶς ψυχόμενα, ποτὲ δ' ἰσχυρῶς ξηραινόμενα. καὶ ἡ κατάψυξις δέ, εἰ οὕτως εἴη βίαιος, ὡς ὅλα δι' ὅλων ψῦξαι τὰ σώματα καὶ σκληρῦναι, νεκρώσεώς ἐστι σημεῖον. εἰ δὲ καὶ ξηρότητα προσλάβοι, κατ' ἄμφω γ' ἐστὶν οὐκ ἀγαθὸν σημεῖον. ἐὰν μὲν οὖν ἐν μόναις ταῖς ἐπισημασίαις γίγνηται τοῦτο, μετριώτερον ἐνδείκνυται τὸ κακόν, ἐὰν δὲ ἄχρι πολλοῦ παραμένῃ, μεῖζον, ἐὰν δὲ καὶ διὰ παντός, ἐγγὺς ὁ θάνατος. Ἀπὸ κοιλίης λεπτὰ μὴ αἰσθανομένῳ διιέναι ἐόντι παρ' ἑωυτῷ κακόν, οἷον τῷ ἡπατικῷ. Καλῶς ἐποίησεν αὐτὸς προσθεὶς οἷον τῷ ἡπατικῷ. καὶ γὰρ ἡμεῖς