Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.669
Not analysed yet
χεῖται τῶν πεπονθότων μορίων, ἢ τῆς φύσεως ἀσθένειαν ἐνδείκνυται προελομένης μὲν ἐκκρῖναι τὰ περιττά, μὴ δυνηθείσης δέ. τοῦτο οὖν καθόλου γινώσκοντας ἐχρῆν τὰ κατὰ μέρος ἐξ αὐτῶν ἐξευρίσκειν, <ὧν> καὶ τοῦτ' ἔστι τὸ νῦν εἰρημένον ἐπὶ τῶν χολωδῶν. πρόσκειται δ' αὐτῷ τῶν ἰδίων γνωρισμάτων ἡ ἀγρυπνία χολώδεσι μὲν ἑπομένη χυμοῖς, φλεγματώδεσι δ' οὐχ ἑπομένη. καταφοραὶ γὰρ ἐπὶ τῶν τοιούτων, οὐκ ἀγρυπνίαι γίνονται. καὶ τοίνυν, ὅταν μὲν ὀλίγον ἐμῆται φλεγματῶδες, μακρότερον δὲ καὶ βραδύτερον τοῦ συνήθους ὑπνοῦντες φαίνωνται, τῶν καταφορικῶν τι νοσημάτων προσδόκα μεμνημένος τοῦδε τοῦ ἀφορισμοῦ· "ὕπνος, ἀγρυπνίη, ἀμφότερα μᾶλλον τοῦ μετρίου γινόμενα κακόν". Αἷς ἐκ τόκου γε λευκά, ἐπιστάντων δ' ἅμα πυρετῷ, κώφωσις καὶ εἰς πλευρὸν ὀδύνη ὀξείη, ἐξίστανται ὀλεθρίως. |