Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.668
Not analysed yet
χωρήμασιν ἐζεῦχθαι δύναται, νεύρων δ' |ἐπενεγκεῖν βλάβην κατὰ συμπάθειαν οὐ δύναται διὰ τὸ μόνον ἐγκεφάλῳ τε καὶ νωτιαίῳ τὰς τῶν νεύρων ἀποφύσεις ὁρᾶσθαι συμπασχούσας· ἥπατι γὰρ οὐκ οἴδαμεν ἑπομένην τὴν τοιαύτην συμπάθειαν οὐδὲ ἡ φύσις ἐνδείκνυται τοῦ σπλάγχνου νεύρων ἐλαχίστων μετέχοντος. Τὰ σμικρὰ ἐμέσματα χολώδεα κακόν, ἄλλως τε καὶ ἢν ἐπαγρυπνήσωσιν· μυκτὴρ ἐν τουτέοισιν ἀποστάζων ὀλέθριον. Ἐπὶ τῶν νοσούντων ἕν τι καὶ τοῦτο τῶν καθόλου μοχθηρῶν ἐστι σημείων, ἀποκρίνεσθαι σμικρά, εἴθ' αἷμα διὰ μυκτήρων εἴτε κάτω διὰ τῆς γαστρὸς εἴτε δι' ἐμέτων ὁτιοῦν περίττωμα. ταὐτὸ δὲ τοῦτο κἀπὶ τῶν ἱδρώτων ἐστὶν καὶ τῶν διὰ μήτρας ἐκκρινομένων. οὐδὲν γὰρ τῶν κρισίμων σμικρὸν ἐκκρίνεσθαι προσῆκεν, ἀλλὰ πάντα τὰ οὕτω κενούμενα δυοῖν θάτερον, ἢ μὴ στεγόμενα διὰ τὸ πλῆθος ἀπο|