Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.671
Not analysed yet
Ἐν πυρετοῖσι καυσώδεσιν ὑποπεριψύχουσιν, διαχωρήμασιν ὑδατοχόλοις, συχνοῖσιν ὀφθαλμῶν ἴλλωσις σημεῖον κακόν, ἄλλως τε καὶ ἢν κάτοχοι γένωνται. Κατάλογον πάλιν ἐνταῦθα σημείων τε καὶ συμπτωμάτων ἐποιήσατο μοχθηρῶν, ὧν ἕκαστον ἰδίᾳ καθ' ἑαυτὸ παρ' Ἱπποκράτους μεμαθήκαμεν εἶναι μοχθηρόν, ἐν μὲν τοῖς πάθεσι τὸν καῦσον πυρετόν, ἐν δὲ τοῖς διαχωρήμασι τὰ ὑδατόχολα. τῶν δ' ἐν τοῖς ὀφθαλμοῖς μοχθηρῶν σημείων ἓν ἦν καὶ ἡ ἴλλωσις. περὶ δὲ τῆς κατοχῆς τί δεῖ καὶ λέγειν; εἰ μὲν οὖν ἠθέλησεν ἅπαντα εἰπεῖν τὰ ὀνόματα τῶν μοχθηρῶν σημείων, παμπόλλῳ πλείω παραλέλοιπεν ὧν εἶπεν, εἰ δ' ὡς μίαν συνδρομήν, οὐκ ἔστιν ὁμοιογενῆ τὰ εἰρημένα· καῦσος μὲν γὰρ πυρετὸς σὺν τῇ περιψύξει χαλεπώτατον σύμπτωμά ἐστι, τά τε διαχωρούμενα καὶ ὅλως τὰ κατὰ τοὺς ὀφθαλμοὺς ταῦτα μὲν ἑτερογενῆ, ἡ κατοχὴ δὲ αὐτὴ |