Ancient Greek · ~3 min
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.672
Not analysed yet
μὲν γένους ἄλλου συμπτωμάτων ἐστίν, ἡ δὲ διαστροφὴ τῶν ὀφθαλμῶν πάλιν ἑτέρας διαφορᾶς. Τὰ ἐξαίφνης ἀποπληκτικὰ λελυμένως ἐπιπυρετήναντι χρονίως ὀλέθρια, οἷον ὁ Νουμηνίου υἱός. Κἀνταῦθα μὲν ἐδήλωσεν εἰπὼν ἑαυτὸν ἐπὶ καθολικὴν ἀπόφανσιν ἀφικνούμενον ἐξ ἑνὸς ἀρρώστου μετὰ τοῦ καὶ τῶν συνήθων τι περὶ τὴν λέξιν πρᾶξαι· τὸ γὰρ ἐπιπυρετήναντι λελυμένως εἶπεν ἀφίστασθαι προῃρημένος τῶν κυρίων ὀνομάτων, ἵν' ἔχωσιν ὕλην οἱ σοφισταὶ περιέργων ἐξηγήσεων. ἀμέλει καὶ νῦν ἔνιοι μὲν ἐπὶ τῶν ἀποπληκτικῶν ἀκούουσι τὸ λελυμένως ἀντὶ τοῦ ‘μετρίως’, ἔνιοι δὲ ἐπὶ τὰς ἰδίως παραπληγίας λεγομένας μεταφέρουσιν, ἐφ' αἷς εἰς ἀκινησίαν καὶ ἀναισθησίαν μορίων τινῶν κατασκήπτει τὸ νόσημα· ταύτας μὲν γὰρ καὶ νῦν βούλονται ἀποπληγίας εἰρηκέναι καταχρησάμενον αὐταῖς. εἶτα διττῶς |