Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.676
Not analysed yet
Ἀναμνήσθητι τῆς ἐν τῷ Προγνωστικῷ ῥήσεως, ἧς ἡ ἀρχή· "αἱ δὲ κυνάγχαι δεινόταται μέν εἰσι καὶ τάχιστα ἀναιροῦσαι, ὅσαι μήτ' ἐν τῇ φάρυγγι μηδὲν ἔκδηλον ἐμποιέουσι μήτ' ἐν τῷ αὐχένι, πλεῖστόν τε πόνον παρέχουσιν καὶ ὀρθόπνοιαν", ἔνθα σοι καὶ παραβάλλειν ἔξεστιν ἑρμηνείαν ἐπιστήμονος ἀνδρὸς ὧν λέγει πραγμάτων τῇ τοῦ πλανωμένου κατὰ τὰς συνδρομὰς ἀδυναμίᾳ τοῦ πρὸς τὸ καθόλου ποιεῖσθαι τὴν συναγωγήν. ὁ μὲν γὰρ Ἱπποκράτης τό τε τοῦ πάθους ὄνομα προεῖπεν καὶ τὰς διαφορὰς ἁπάσας ἐφεξῆς εἶπεν ἀρξάμενος ἀπὸ τῆς χαλεπωτάτης αὐτῶν, ἧς νῦν παρέγραψα τὴν ῥῆσιν. ὁ δὲ τοῦτο τὸ βιβλίον γράψας πρῶτον μὲν ἥμαρτεν εἰπὼν τὴν φάρυγγα πνιγώδη, δέον τὴν κυνάγχην. οὐδὲ γὰρ τοῦτ' ἔστιν εἰπεῖν ὡς ἀντὶ τοῦ πάθους τῷ πεπονθότι μορίῳ κατεχρήσατο· τὴν ἀρχὴν γὰρ οὐδὲ πέπονθέ τι τοῖς οὕτως ἔχουσιν φάρυγξ, ὡς Ἱπποκράτης ἐδήλωσεν δεινοτάτας εἰπὼν εἶναι κυνάγχας, ὅσαι μήτε ἐν τῇ φάρυγγι ἔκδηλον μηδὲν ποιοῦσι μήτ' ἐν τῷ αὐχένι. |