Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.675
Not analysed yet
ὀνομάζουσιν οἱ ἀπὸ τῆς Ἐμπειρίας, ὄμματος |κατάκλεισιν ἔγραψεν. ἔνιοι δὲ διὰ τοῦ α, οὐ διὰ τοῦ ει κατάκλασιν γράφουσιν, οὐ μεγάλης οὔσης διαφορᾶς περὶ τὸ σημαινόμενον ἐξ ἀμφοῖν. βούλεται γὰρ δηλῶσαι τὸ κατακεκλασμένον ἢ τὸ κατακεκλεισμένον βλέφαρον, ἐφ' ᾧ δυοῖν θάτερον, ἢ τῇ συντονίᾳ τῶν κλειόντων αὐτὸ μυῶν ἢ ἀρρωστίᾳ τῶν ἀνοιγόντων, ἕπεται τὸ πάθος. Ἆρά γε τοῖς ἀσώδεσιν ἀνεμέτοις, ὀσφυαλγέσιν, ἢν θρασέως παρακρούσωσιν, ἐλπὶς μέλανα διελθεῖν; Ἀποκρινούμεθά σοι καὶ πρὸς τοῦτο ῥᾳδίως, ὅτι μὴ πᾶσιν, ἀλλὰ τισὶν αὐτῶν ἔσται τοῦτο, καθάπερ δέδεικται πρόσθεν. Φάρυγξ ἐπώδυνος ἰσχνὴ μετὰ δυσφορίης πνιγώδης ὀλεθρίη ὀξέως. |