Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.684
Not analysed yet
κατὰ |τὸν ἐγκέφαλον διαθέσεως οὐκ εἰσὶν οἰκεῖον σημεῖον, αὐξάνουσι μέντοι καὶ χείρονα ποιοῦσιν αὐτήν· τὸ δ' ὄμμα θρασύνοντες ἀναγκαίως πρόσκειται τῇ συνδρομῇ· τοὺς γὰρ ἰδίως κατόχους καλουμένους καὶ οἱ περὶ τὸν Ἀρχιγένην καὶ Φίλιππον ἴσασιν ἀναπεπταμένους ἔχοντας τοὺς ὀφθαλμούς, οὐχ ὡς οἱ κωματώδεις καὶ οἱ καταφορικοὶ κεκλεισμένους. ἐπ' ἐκείνων μὲν γὰρ ὑγρότης αἰτία τοῦ παθήματος ἐκλύουσα τὸν τόνον τῶν νεύρων, ἐπὶ τούτων δὲ διὰ ξηρότητα τάσις γίνεται. καί τις τῶν ἡμετέρων συμφοιτητῶν καμὼν συχνῶς κἀμοὶ συνών ποτε περὶ μαθήματα ἔπαθε τὸ πάθος τοῦτο. κατέκειτο γὰρ οἷόνπερ ξύλον ὅλον ἄκαμπτος ἀποτεταμένος ἐφαίνετό τε βλέπων ἡμᾶς ἀνεῳγότων τῶν ὀφθαλμῶν, ὡς μηδὲ σκαρδαμύττειν, οὐ μὴν ἐφθέγγετό τι. οὗτος μέντοι καὶ ἀκούειν ἔφη κατὰ τὸν καιρὸν ἐκεῖνον, ὅσα λαλοῦντες ἐτυγχάνομεν, οὐ μὴν ἐναργῶς τε καὶ σαφῶς ἔλεγε δέ τινα ἀναμεμνημένος. ἐμβλέπειν τ' ἔφη τοὺς παρόντας ἅπαντας, ὡς καὶ τὰς ἐνεργείας ἐνίων ἀπομνημονεύων διηγεῖσθαι, μήτε δὲ φθέγγεσθαι δύνασθαι μήτε τι |