Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.685
Not analysed yet
μέλος κινεῖν. διὸ καὶ νῦν ἔστιν ἀπορῆσαι κατὰ τὴν εἰρημένην συνδρομήν, τὸ παρακρούοντες ὅπως πρόσκειται. τὸ μὲν γὰρ ἐπὶ τῆς ῥήσεως "αἱ τρομώδεες, ἀσαφώδεες, ψηλαφώδεες παρακρούσιες" οὐ παντελῶς ἀκινήτους εἶναι τοὺς οὕτω διακειμένους σημαίνει, ὥσπερ οὖν οὐδὲ τοὺς ἐν κώματι παραφρονοῦντας. ἐπὶ δὲ τῶν κατόχων οὐδεμίαν κίνησιν κινουμένων οὐδὲ τὴν παραφροσύνην ἔστιν γνωρίσαι. τάχ' οὖν οὗτος εἶδε κατοχῆς εἶδος, ὡς ἀκίνητον μὲν εἶναι καὶ πεπηγὸς ὅλον τὸ σῶμα, βραχὺ δέ τι φθεγγόμενον τὸν ἄνθρωπον, ἐξ οὗ δυνατὸν ἦν γνωρίσαι καὶ παραφροσύνην· ἢ προηγησαμένης τῆς παραφροσύνης παρηκολούθησεν ἡ κατοχή, καὶ γραπτέον ἐστὶν κατ' αὐτὴν τὴν ἐξήγησιν· οἱ κεφαλαλγικοὶ καὶ κατόχως παρακρούσαντες. ἐγχωρεῖ δὲ καὶ κατὰ τὴν πρώτην αὐτοῦ σύστασιν ἐπιφθεγγομένων αὐτῶν δηλοῦσθαι τὴν παραφροσύνην, συμπληρωθείσης δὲ τῆς κατοχῆς μηκέτι φθέγγεσθαι τοὺς κάμνοντας. ἀνθηροὺς δὲ ὠνόμασεν ὡς εἰκὸς αὐτούς, οὕσπερ ὀλίγον ἔμπροσθεν ‘ἐξερύθρους’ ἐκάλεσε. σημεῖον δ' ἂν εἴη τοῦτο τοῦ κατὰ τὴν |