Ancient Greek · ~3 min
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.687
Not analysed yet
ἐμεμαθήκειμεν γὰρ τήν τε τῶν ὀμμάτων διαστροφὴν κατὰ |τίνα γίνεται διάθεσιν, τίνες τε τῶν κόπων αἱ διαφοραὶ καὶ πότε χρὴ ῥῖγος ἐπιφαίνεσθαι χρησίμως, ὁποῖόν τε τὸ κῶμα καὶ ἥτις αὐτὸ διάθεσις ἐγκεφάλου γεννᾷ. Αἱ ἐν πυρετοῖσι πρὸς ὑποχόνδριον ὀδύναι ἀναύδως, ἱδρῶτι λυόμεναι, κακοήθεες, τούτοισιν ἐς ἰσχία ἀλγήματα ἅμα καυσώδει πυρετῷ· καὶ ἢν κοιλίη καταρραγῇ, ὀλέθριον. Ἀπορίαν τοῖς ἀναγιγνώσκουσιν αἱ ἀσαφεῖς τῶν ῥήσεων ἐργάζονται, καὶ τῶν σαφῶν ὅσαι τοῖς ἐναργῶς φαινομένοις ἐναντίως ἀποφαίνονται. τινὲς δὲ καὶ κατ' ἀμφοτέρους τοὺς τρόπους τὴν ἀπορίαν ἐπιφέρουσιν, ὥσπερ καὶ ἡ νῦν προκειμένη. πλέον δὲ ἐν αὐτῇ τὸ μὴ συμφωνεῖν τοῖς φαινομένοις ἐπὶ τῶν νοσούντων τὰ κατ' αὐτὴν λελεγμένα. προχείρως μὲν οὖν δοκεῖ τοιόνδε τὸν λόγον τινὰ δηλοῦν ἡ προκειμένη ῥῆσις· αἱ ἐν πυρετοῖς πρὸς ὑποχόνδρια ὀδύναι ἅμα ἀφωνίᾳ, ἱδρῶτι λυόμεναι, κακοή|