Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.688
Not analysed yet
θεες. ψευδοῦς δ' εἶναι φαινομένου τοῦ τὰς μεθ' ἱδρῶτος λύσεις κακοήθεις εἰρῆσθαι, κατ' αὐτὸ τοῦτο πρῶτον ἀπορία τις ἡμᾶς καταλαμβάνει. τὰ μὲν γὰρ ἄνευ τινὸς ἤτοι τεχνικοῦ βοηθήματος ἢ φυσικοῦ παυσάμενα παθήματα προσηκόντως ὡμολόγηται τὴν λύσιν ἄπιστον ἔχειν. τὰ δὲ μετὰ τοιούτου τινός, ὁποῖον καὶ νῦν ὁ ἱδρὼς εἴρηται, βεβαίως λελύσθαι φαίνεται. τοὐναντίον γὰρ ἅπαν, ὅταν ἱδρῶτος ἤ τινος ἄλλου φυσικοῦ βοηθήματος γενομένου μὴ λύηται, τὸ νόσημα κακόηθες νομίζεται. διὸ καὶ πιθανῶς τις ἐπ' αὐτῆς τῆς ῥήσεως ἔλεγε λείπειν ἀπόφασιν τὴν μὴ παραλελειμμένην ὑπὸ τοῦ πρῶτον τὸ βιβλίον μεταγραψαμένου, καθάπερ καὶ ἄλλα πολλὰ πολλάκις ἐν πολλοῖς βιβλίοις ὡμολόγηται τὰ μὲν παραλελεῖφθαι, τὰ δὲ ὑπηλλάχθαι, μηδενὸς ὕστερον ἐπανορθῶσαι τὰ ἡμαρτημένα τολμήσαντος. ἀληθὴς γὰρ ὁ λόγος, ἐὰν οὕτω γράψωμεν, ἔσται· αἱ ἐν πυρετῷ πρὸς ὑποχόνδρια ὀδύναι ἀναύδως, ἱδρῶτι μὴ λυόμεναι, κακοήθεες. ἀλλὰ τὰ σαφῆ καὶ γνώριμα καταλιπόντες οἱ πολλοὶ τῶν ἀνθρώπων χαίρουσι τοῖς αἰνιγματωδῶς εἰρημένοις. |