Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.692
Not analysed yet
ἔτι δὲ μᾶλλον, ἐὰν εὐφορώτερος ὁ κάμνων ἐπὶ τῇ κενώσει γίγνηται, καὶ βεβαιότερον, ὅταν ἐν ἡμέρᾳ κρισίμῳ φανῇ τι προδεδηλωμένον διὰ τῆς ἐπιδήλου. ταῦτ' οὖν ὁ ἐπιγινώσκων καὶ τῆς εἰρημένης ῥήσεως καταφρονεῖ καὶ τῶν ἄλλων ἁπασῶν, ὅσαι τῶν συμπτωμάτων τῶν κατὰ μέρος ἢ νοσημάτων μνημονεύουσιν. ἐφ' οἷς γὰρ ἂν ἡ κοιλία καταρραγῇ νοσήμασιν ἢ συμπτώμασιν, ἐν οἷς <ἂν> μεθ' ὧν εἶπον ἄρτι γένηται διορισμῶν, ἀσφαλῆ τὴν γνῶσιν ἐργάζεται, χωρὶς δὲ τούτων τῶν διορισμῶν οὐδέποτε ἀληθὴς ὁ λόγος ἔσται κοιλίαν λέγων καταρρηγνυμένην ὠφελεῖν ἢ βλάπτειν· ἐπὶ πάντων γὰρ ἑκάτερον γίνεται. κατὰ δὲ τοὺς ὡρισμένους διορισμοὺς οὐδὲ ἔστιν εἰπεῖν ἐπὶ μὲν ἥπατος φλεγμονῇ φαῦλον εἶναι σύμπτωμα καταρραγεῖσαν κοιλίαν, ἐπὶ δ' ἄλλου τινὸς ἀγαθόν, ἀλλ' ἐπὶ πάντων, ὡς εἴρηται, καὶ ἀγαθὸν καὶ κακὸν γίνεται μετὰ τῶν οἰκείων διορισμῶν. |