Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.693
Not analysed yet
Οἷσι φωναὶ ἅμα πυρετοῖσιν ἐκλείπουσαι μετὰ κρίσιν τρομώδεες καὶ κωματώδεες τελευτῶσιν. Καὶ ἥδε ἡ ῥῆσις ὁμοία ταῖς εἰς ἀσάφειαν ἐξεπίτηδες ἐπιτετηδευμέναις ἐστί. τὸ γοῦν ἐκλείπουσαι ἔνιοι μὲν ἐπὶ τῶν φωνῶν μόνων ἤκουσαν, ἔνιοι δὲ καὶ τοὺς πυρετοὺς αὐταῖς προσέθηκαν ἄμφω λέγοντες εἰρῆσθαι ἐκλείπειν καὶ τὰς φωνὰς καὶ τοὺς πυρετούς, ὡς εἶναι τὸν λόγον τοιοῦτον· ‘οἷσι δοξάντων λελύσθαι τῶν πυρετῶν ἀφωνία γίνεται καὶ μετὰ τὴν κρίσιν, οὗτοι τρομώδεες τελευτῶσιν καὶ κωματώδεες’, δηλονότι τῶν πυρετῶν οὐκ ἀσήμως, ἀλλὰ μετὰ κακῆς κρίσεως δοξάντων πεπαῦσθαι. κακὰς δ' ἴσμεν κρίσεις ἐκείνας λεγομένας, ὅσαι γινόμεναι μετὰ φυσικῶν κενώσεων ἢ ἀποστάσεων οὐ μόνον οὐδὲν ὠφέλησαν τοὺς κάμνοντας, ἀλλὰ καὶ χεῖρον ἔχειν ἢ πρόσθεν ἐποίησαν. ἕτεροι δὲ οὐ τὰς φωνὰς ἅμα τοῖς πυρετοῖς, ἀλλὰ μόνας αὐτὰς νομίζοντες ἐκλείπειν, ὅλον τὸν λόγον τοιόνδε ποιοῦσιν· ‘οἷσιν ἐκλεί|