Ancient Greek · ~4 min
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.697
Not analysed yet
ὑφ' ἓν ἀναγνόντες τὸ ποικίλλοντα ὑποχόνδρια καθ' ἑαυτὸ πάλιν ἀναγιγνώσκουσιν τὸ κοιλίην ἐπηρμένοι, καί φασιν ἐπὶ τῶν ὑποχονδρίων εἰρῆσθαι τὸ ποικίλλοντα. καθάπερ γὰρ εἴρηται ἔμπροσθεν ἐπὶ τῶν καθ' ὅλον τὸ σῶμα γιγνομένων ἐπὶ τἀναντία μεταπτώσεων, οὕτως ἐπὶ τῶν ὑποχονδρίων ἐποίησαν. καὶ μὴν καὶ οἱ συνάπτοντες ὅλην τήνδε τὴν λέξιν ὑποχόνδρια καὶ κοιλίην ἐπηρμένοι τοὺς παρὰ φύσιν ὀγκουμένους τὰ μέρη ταῦτα δηλοῦσθαί φασιν. ὥσπερ καὶ σίτων ἀπολελαμμένους, ὧν ἐφεξῆς ἐμνημόνευσεν, ἔνιοι μὲν τοὺς ἀνορέκτους φασὶν εἰρῆσθαι νῦν, ὡς εἰ καὶ ἀποκεκλεισμένους εἰρήκει τῆς τῶν· σιτίων προσφορᾶς, ἔνιοι δὲ τοὺς ἐπεσχημένους τὴν γαστέρα. καὶ γὰρ κἀν τῷ Περὶ διαίτης ὀξέων ἐπὶ τῶν διαχωρουμένων εἰρῆσθαί φασι τὴν φωνὴν ταύτην. ἅπαντα οὖν ταῦτα προειπὼν ὁ γράψας τόδε τὸ βιβλίον, εἶτα ἐπὶ τῷ τέλει προσθεὶς ἐφιδρῶσιν, ὃ καὶ αὐτὸ πάλιν ὅλου τοῦ σώματος ὀλίγον ἱδρῶτα καθάπερ νοτίδα δύναται δηλοῦν ἢ τὸν περὶ θώρακα καὶ κεφαλὴν μόνην, ἐπήνεγκεν αὐ|