Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.698
Not analysed yet
τοῖς αἰνιγματωδεστέραν ἔτι καὶ τούτων αὐτῶν ῥῆσιν εἰπών· ἆρα τούτοισι τὸ θολερὸν πνεῦμα καὶ τὸ γονοειδὲς ἐπελθὸν λύγγα σημαίνει; πάλιν γὰρ ἐνταῦθα τὸ θολερὸν πνεῦμα, καθάπερ ἤδη καὶ πρόσθεν εὕρομεν, ἀμφισβητουμένην ἔχει τὴν νόησιν. ἀλλ' ἐν ἐκείνῃ μὲν τῇ ῥήσει τὸ κατὰ τὴν ἐκπνοὴν θολερὸν πνεῦμα εἰρῆσθαι ὑπ' αὐτοῦ, ὡς λέλεκται, πιθανὸν ἐφαίνετο· νῦν δὲ καὶ τὸ κατὰ τὰς ἐρυγὰς ἔνιοι κελεύουσιν ἡμᾶς ἡγεῖσθαι λελέχθαι, καθάπερ ἄλλοι τὸ κατὰ τὰς φύσας. εἴρηται δὲ καὶ πρόσθεν ὅτι θολερὸν οἱ μὲν τὸ δυσῶδες, οἱ δὲ τὸ ἀτμῶδες ἤκουσαν, ὥσπερ γε καὶ θαλερὸν ἔνιοι διὰ τοῦ α γράψαντες τὸ οἷον θάλλον καὶ ἀκμάζον καὶ μέγα λέγουσιν εἰρῆσθαι. προείρηται δέ μοι καὶ ὅτι πολλάκις ἐν τοῖς ὁμολογουμένοις γνησίοις συγγράμμασιν ὁ Ἱπποκράτης εἰρηκὼς ἄλλοτε ἄλλας δυσπνοίας διαφορὰς ἐν τῷ δευτέρῳ καὶ ἕκτῳ τῶν Ἐπιδημιῶν πάσας ἐφεξῆς οὐδαμόθι θολερὸν ὠνόμασε πνεῦμα, καθάπερ οὐδὲ λύγγα θολερὰν οὐδὲ φῦ|