Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.701
Not analysed yet
ψυχῆς |ἡγεμονικὸν ἔχοντος μορίου μάτην εἰρῆσθαι φαίνεται καὶ χωρὶς μὲν τῶν καυστικῶν ἀποκτεῖναι δυνάμενα, σὺν ἐκείνοις δὲ μᾶλλον, ἀλλ' ὅμως οὐδὲν εἴρηται περὶ θανάτου, καθάπερ ἐπ' ἄλλων ἔμπροσθεν οὐκ ὀλίγων, ἀλλὰ μετὰ τὸ προσθεῖναι ποικίλλοντα ὑποχόνδρια καὶ κοιλίην ἐπηρμένοι, σίτων ἀπολελαμμένων, συνάψας δ' αὐτοῖς καὶ τὴν ἐφίδρωσιν, ἆρα τούτοισι, φησίν, τὸ θολερὸν πνεῦμα καὶ τὸ γονοειδὲς ἐλθὸν λύγγα σημαίνει; τίσι τούτοις; οἷς ἅπαντα τὰ προειρημένα συμπτώματά εἰσι. καὶ μὴν εἰ μετ' ἐκείνων ἁπάντων τὸ θολερὸν πνεῦμα γενόμενον ἅμα ταῖς γονοειδέσιν ἐκκρίσεσι λύγγα σημαίνει, κἂν ἓν ὁτιοῦν λείπῃ τῶν εἰρημένων, ἡ λὺγξ οὐκ ἔσται· καὶ τάχα πού τις ἅπαξ ἐν ἔτεσι πολλοῖς ἄρρωστον ὄψεται τοιοῦτον. ὃ δὲ πάντων τῶν εἰρημένων ἐστὶν ἀτοπώτατον, ἤδη σοι φράσω. πολλοὺς μὲν ἀρρώστους τεθεαμένος, μυρία δὲ προειρηκὼς τῶν ἐσομένων, οὔτε διὰ τῆς πείρας ἔγνων ἐκ τῶν τοιούτων σημείων λύγγα προλεγομένην οὔτ' ἐκ τῆς τῶν πραγμάτων φύσεως ἐνδεικτικῶς ἢ αὐτὸς