Ancient Greek · ~4 min
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.700
Not analysed yet
τοσαύ|της οὖν ἀσαφείας ἐν ἅπασι τούτοις ὑπαρχούσης οὐδ' ἐκ τῶν ἐπιφερομένων αὐτοῖς ἔνεστί τι πρὸς τὴν τῶν παρόντων ἐξήγησιν λαβεῖν, ὥσπερ οὐδ' εἰς ἐκεῖνα· φησὶν γάρ· τὸ λαμπῶδες ἐν τούτοισιν οὐρηθὲν ὠφελεῖ. διττὴ δὲ καὶ κατὰ τοῦτον τὸν λόγον ἐστὶν ἡ ἀσάφεια, μία μὲν ἡ τοῦ λαμπῶδες [τοῦ] τί σημαίνει, γραφομένου πρὸς τινῶν μὲν διὰ τῶν δυοῖν ππ, πρὸς τινῶν δὲ διὰ τοῦ μ καὶ π· μία δ' ἄλλη <ἡ> τοῦ ἐν τούτοισιν. ἐν τίσι γὰρ λέγει; πότερον ἐν ἅπασι τοῖς προειρημένοις ἢ τοῖς ἐσχάτοις καὶ ποίοις ἐσχάτοις; δύναται γὰρ ἔσχατα λέγεσθαι καὶ πάνθ' ὅσα μετὰ τὴν ἀρχὴν εἶπεν· ἆρα τούτοισι τὸ θολερὸν πνεῦμα καὶ τὸ γονοειδὲς ἐλθὸν λύγγα σημαίνει ἢ μόνα ταῦτα ἔσχατα εἰρήκει κοιλίη ἔπαφρα χολώδεα προσδιέρχεται; καὶ μέντοι καὶ τούτοις ἅπασιν ἐπὶ τῷ τέλει προσθεὶς κοιλίαι τουτέοισιν ἐπιταράσσονται καὶ καταπαύσας ἐνταῦθα τὸν λόγον οὐδενὸς ἕνεκα φαίνεται τῶν ἐν ἀρχῇ μνημονεύσας. τὰ γάρ τοι μεμωρωμένα καὶ τὰ κάτοχα μεγάλην βλάβην ἐνδεικνύμενα τοῦ τὸ τῆς