Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.703
Not analysed yet
κἂν δύο |κἂν τρία κἂν πλείω συνέλθῃ, τὴν ὠφέλειαν αὐτοῖς παρέχει. θαυμαστὸν δ' ἂν εἴη τοσαῦτα παθήματα διαφερούσαις ἑπόμενα διαθέσεσιν ἄλλων καὶ ἄλλων μορίων μετὰ τοῦ λαμπώδους ὠφελεῖσθαι, πάντως μὲν ἀφρώδους ὄντος, εἴ γε λάμπην ἴσμεν τὸ τοῖς οὔροις ἐποχούμενον λευκόν. οἱ δ' ἀφρώδη πάντα φασὶν ὀνομάζεσθαι γενομένου δὴ τοῦ ἀφροῦ πνευματικῆς οὐσίας ἀναμιγνυμένης ἢ τοῖς ὠμοῖς καὶ φλεγματώδεσι χυμοῖς ἢ τηκεδόνι πιμελῆς, μετὰ τοῦ καὶ διορισμοῦ δεῖσθαι τὴν ἀπόφασιν, οἵου καὶ κατὰ τὴν πρὸ ταύτης ῥῆσιν ἐπὶ τῶν κρισίμως ἐκκρινομένων εἶπον. ἅπαντα γάρ ἐστιν ἀγαθῶν τε καὶ κακῶν κρίσεων κοινά, διοριζόμενα μάλιστα μὲν καὶ πρώτοις τοῖς τῆς πέψεως σημείοις, ἃ διὰ παντὸς ἀγαθόν τι σημαίνει, σὺν αὐτοῖς δ', ὡς ἔφην, τῇ εὐφορίᾳ καὶ τῷ τὸν λυποῦντα χυμὸν ἐκκενοῦσθαι καὶ τῷ τῆς ἡμέρας, ἐν ᾗ ταῦτα γίνεται, πιστῷ, παραλελειμμένου ζητεῖν ἡμᾶς, εἰ μὴ λαππῶδες ἐπιγεγραμμένον διὰ τῶν δυοῖν ππ σημαίνει τὸ λαμπῶδες, ὃ διὰ τοῦ μ καὶ π γράφουσί τινες. ὥσπερ γὰρ τὸ λαμπῶδές ἐστι γεγραμμένον διὰ |