Ancient Greek
16.704 to 16.705
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.704-705
Not analysed yet
τῶν αὐτῶν ἀπὸ τῆς λάμπης, οὕτω λαππῶδες ἀπὸ τοῦ λάππειν ὠνόμασται. ταῦτ' οὖν ἅπαντα συμπεφόρηται καθάπερ αἰνίγματα· κἂν διεξέλθῃ τις αὐτὰ πάντα, τοῦ κατὰ τὸ τέλος ὥσπερ ἐπῳδοῦ γεγραμμένου καὶ κοιλίαι δὲ τούτοισιν ἐπιταράσσονται τὸν λογισμὸν οὐκ ἔστιν εἰπεῖν· οὔτε γὰρ ὁ λόγος οὔθ' ἡ πεῖρα τῶν ὡς ἐπὶ τὸ πολὺ τοῖς εἰρημένοις ἑπομένων ἔδειξε κοιλίαν ἐπιταρασσομένην. |ΓΑΛΗΝΟΥ ΕΙΣ ΤΟ ΠΡΟΡΡΗΤΙΚΟΝ ΙΠΠΟΚΡΑΤΟΥΣ ΥΠΟΜΝΗΜΑ ΤΡΙΤΟΝ Οἷς κῶμα γίνεται ἐπάφρων περιελθόντων πυρετὸς παροξύνεται ὀξύς. Τὴν πρώτην ἁπασῶν ῥῆσιν ἐξηγησαμένῳ τοῦ προκειμένου βιβλίου γέγραπταί μοι βιβλίδιον ἐπιγεγραμμένον Περὶ τοῦ παρ' Ἱπποκράτει κώματος, ἐν ᾧ ἐπιδέδεικται τὸ σημαινόμενον ὑπὸ τῆς φωνῆς ταύτης