Ancient Greek · ~4 min
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.708
Not analysed yet
οὐκ ὀλίγα συμπτώματα προστίθησιν ὁ γράψας τὸ βιβλίον οὐδὲν εἰς ἣν ἀποφαίνεται πρόρρησιν συντελοῦντα, κατὰ τὸν αὐτὸν τρόπον καὶ νῦν ἄχρηστός ἐστιν πρὸς τὴν ἐνεστῶσαν κρίσιν τοῦ κώματος ἡ μνήμη. προπαροξυνόμενον γὰρ τὸν πυρετὸν ἐπὶ τοῖς ἀφρώδεσι διαχωρήμασιν ἐγὼ μὲν διηνεκῶς εἶδον, ἕκαστος δὲ τῶν ἄλλων ἀναμιμνῃσκέσθω τῆς ἰδίας αὐτοψίας, οὐ μὴν ἐπί γε τοῖς κώμασιν οἱ πυρετοὶ παροξύνονται πάντως. ἀλλ' ἴσως ἐθεάσατό τινα κωματώδη τε ἅμα γενόμενον ἀφρώδη τε διαχωρήσαντα, κἄπειτα παροξυνθέντα, καὶ διὰ τοῦτ' ᾠήθη συντελέσαι τι τὸ κῶμα τῷ γινομένῳ τοῦ πυρετοῦ παροξυσμῷ. καθάπαξ οὖν ἐγὼ μὲν ‘ἀφρῶδες’ ὠνόμασα τὸ διαχώρημα, καθάπερ Ἱπποκράτης ἐν τῷ Προγνωστικῷ λέγων "ὑδαρὲς δὲ κάρτα ἢ λευκὸν ἢ χλωρὸν ἰσχυρῶς καὶ ἀφρῶδες διαχωρέειν, πονηρὰ ταῦτα πάντα", καὶ κατὰ τὰ τῶν Ἐπιδημιῶν οὐκ ὀλιγάκις. ἐξηγητὴς δέ τις τοῦ προκειμένου συγγράμματος ἔπαφρα καλεῖν ἔφη τὰ τὸν ἀφρὸν ἄνωθεν ἐποχούμενον ἔχοντα, ὥσπερ ῥυτῶν τινων ὄντων ἢ διαχωρημάτων ἢ οὔρων ἢ χυμῶν, ἐφ'