Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.707
Not analysed yet
πλήθους χρηστοῦ βαρυνομένου τοῦ ἐγκεφάλου καθάπερ ἐπὶ τῶν μεθυσθέντων, ἔστι δ' ὅτε διὰ φλεγματικὸν χυμὸν ἢ καὶ χωρὶς τοῦ χυμοῦ δύσλυτον ψύξιν. ὅταν δ' ἀγρυπνίᾳ ζευχθῇ τὸ κῶμα, δακνώδους μίξει χυμοῦ τὴν τοιαύτην διάθεσιν ἐδείκνυον γίνεσθαι. κατὰ μὲν οὖν τὰ τῶν Ἐπιδημιῶν βιβλία, εἴτ' ἐκ τῶν συντεταγμένων εἴτ' ἐκ τῶν συμφραζομένων ἐθέλοι τις ὀνομάζειν, ἐδηλοῦτο τοῦ κώματος ἡ διαφορὰ μετὰ τοῦ καὶ αὐτὸν τὸν Ἱπποκράτην διορίζεσθαι, ποτὲ μὲν ‘βαθὺ κῶμα’ λέγοντα, ποτὲ δὲ ‘ὑπνῶδες’, ποτὲ δὲ ‘ἄγρυπνον’ ἤ τι τοιοῦτον. κατὰ δὲ τοῦτο τὸ βιβλίον, ὃ νῦν ἡμῖν πρόκειται, μήτ' ἐκ τῶν τοιούτων διορισμῶν μήτ' ἐκ τῶν συμφραζομένων ἡμῶν δυναμένων νοεῖν τὴν διαφορὰν τοῦ κώματος, οὐδὲ τὴν ἐξ αὐτῶν πρόγνωσιν οἷόν τε καταστήσασθαι βεβαίως. ἔνθα μὲν οὖν ἤτοι παραφροσύνην ἢ φρενῖτιν ἢ μώρωσιν ἢ κατοχὴν ἐξ ἧς ἔγραψε συνδρομῆς προλέγει, χρήσιμόν ἐστι τὴν διαφορὰν τοῦ κώματος ἐπίστασθαι· ἐν δὲ τῇ νῦν προκειμένῃ παντάπασιν ἄχρηστός ἐστιν ἡ τοιαύτη γνῶσις. ὥσπερ γὰρ ἐπ' ἄλλων συνδρομῶν |