Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.710
Not analysed yet
τὸ δ' ὑπόλοιπον οὐκ ἐμόν, ἀλλὰ τῆς τοῦ γράψαντος ἀσαφείας ἔγκλημα. τὸ γὰρ τοιούτων ἀνδρῶν μετὰ πολλῆς σπουδῆς σαφηνίσαι τὰ λεγόμενα καὶ συναγορεῦσαι προελομένων ἅπαντας ἀπιθάνους φανῆναι, αὐτοῦ τοῦ συγγραφέως ἐστὶν ἔγκλημα. δοκεῖ δή μοι τὸ μὲν ἐκ κεφαλαλγίης ἀφωνίαι διὰ τοῦτο εἰρῆσθαι, διότι σημεῖον εἶναι βούλεται τὴν κεφαλαλγίαν τοῦ πεπονθέναι τὴν ἀρχὴν τῶν νεύρων, οὐ τοπικὴν εἶναι διάθεσιν τῆς ἀφωνίας, οἷαι γίνεσθαι πολλάκις εἰώθασιν ἢ διὰ σύντασιν σφοδρὰν ἢ ἔκλυσίν τε καὶ χάλασιν τῶν τὴν φωνὴν ἐργαζομένων μυῶν τε καὶ νεύρων. τὸ δὲ ἅμα ἱδρῶτι πλῆθος ὑγρότητος λεπτῆς ἢ τῆς καθεκτικῆς δυνάμεως ἔκλυσιν ἐνδείκνυται. τὸ δὲ χαλῶντα ἐφ' ἑαυτούς ἐὰν μέν, ὡς οἱ πλεῖστοι τῶν ἐξηγητῶν ἤκουσαν [ὡς] ἐπὶ τῶν ἀκουσίως διαχωρουμένων, οὕτω καὶ ἡμεῖς ἀκούσωμεν, ἤτοι τῆς διανοίας ἐνδείξεται βλάβην ἢ τῶν κλειόντων τὴν ἕδραν μυῶν τε καὶ νεύρων· εἰ δ', ὡς ἔνιοι νομίζουσιν, δηλοῦται τὸ χαλᾶν ἐπὶ τῆς διαθέσεως, ὅπερ ἔστιν μετριωτέραν αὐ|