Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.711
Not analysed yet
τὴν ἐργάζεσθαι, διὰ μὲν τοὺς ἱδρῶτας, φασὶν ἐκεῖνοι, συμβήσεται χρονιώτερον ἐργάζεσθαι τὸ νόσημα. διὰ τοῦτο παραλείπουσιν οὗτοι τὴν τοῦ ἐπανιέντος ἐξήγησιν, ἐπειδὴ ταὐτὸν ἀναγκασθήσονται λέγειν, ὅπερ ἐπὶ τοῦ χαλῶντος προειρήκασιν. διὰ τοῦτ' οὖν ὑπαλλάξαντες τὸ ε γράμμα καὶ γράψαντες τὸ ον κατὰ τὴν πρὸ τέλους συλλαβὴν ἐπανιόντα φασὶν εἰρῆσθαι, δηλοῦντες δι' αὐτοῦ τὰ ἐπανερχόμενα νοσήματα. καλοῦσι δ' ‘ἐπανερχόμενα’ νοσήματα τὰ μετριάσαντα μὲν ἐπ' ὀλίγον, αὖθις δὲ παροξυνθέντα. εἰ μέντοι τὰ χαλῶντα ἐφ' ἑαυτούς ἐπὶ τῶν διαχωρουμένων ἀπροαιρέτως εἴρηται, ὁ σύμπας λόγος ἔσται τοιοῦτος· ἂν ἐπὶ κεφαλαλγία| ἀφωνία γένηται τοῦ κάμνοντος πυρέττοντος σὺν ἱδρῶτι καὶ χωρὶς προαιρέσεως ἀποκρίνωνται τὰ περιττώματα, κἂν ἐπάνεσίς τις γένηται τῶν συμπτωμάτων, ὁμοίως εἰς χρόνον πλείονα ἐκπίπτει τὰ τοιαῦτα νοσήματα. πρόδηλον δὲ ὅτι χαλεπῶν συμπτωμάτων εἰρημένων οὐκ ἐχρῆν εἰπεῖν μόνον, ὅτι χρονιώτερα γίνεται, ἀλλὰ καὶ πρὸ αὐτοῦ, πότερον ἐλπίζειν χρὴ σωθήσεσθαι τοὺς οὕτω νοσοῦντας ἢ |