Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.715
Not analysed yet
οὖρα ῥοπὴν ἔχοντα πρὸς τὸ μέλανα γενέσθαι τῆς ἰδέας δεῖται τοῦ πυρετοῦ διοριζομένης ἀσφαλεστέραν πρόρρησιν, ἑτέρου δὲ οὐδενός. ἐὰν γὰρ ἱκανῶς ᾖ δριμὺς καὶ πυρώδης ὁ πυρετός, ἡ μετάπτωσις εἰς τὰ μέλανα τῶν ὑπομελάνων οὔρων ἔσται ῥᾳδίως. ἐὰν δὲ μὴ τοιοῦτος, οὐ πάνυ τι [πυρώδης] τούτῳ τρομώδεσι αἱ χεῖρες, ὥσπερ καὶ ἡ κεφαλαλγία καὶ τὸ ὑπόκωφον καὶ τὸ τοῦ τραχήλου ὀδυνῶδες· ταῦτα γὰρ ἅπαντα φρενιτικὰ σημεῖα. Αἱ μετ' ἐκλύσεως κατόχως ἀφωνίαι ὀλέθριαι. Πάλιν κἀνταῦθα λόγον ἔγραψε ἕνα τῶν κατὰ μέρος, ὥσπερ καὶ πρόσθεν, ἡνίκα ἔλεγεν "αἱ παραφροσύναι κάκισται", κοινὸν πᾶσι τοῖς τοιούτοις εἶπεν ὃ καὶ τοῖς ἰδιώταις δῆλον ὑπάρχει, τὸ τὰ μεγάλα πάθη τοῖς προκεκμηκόσι τὴν δύναμιν ὀλέθρια γίνεσθαι. ἀλλ' ὅπερ ἐκεῖ "προεξαδυνατησάντων", |