Ancient Greek · ~4 min
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.714
Not analysed yet
καὶ τινὲς μὲν αὐτῶν ἀφρώδη φασὶν εἶναι τὰ τοιαῦτα τῶν οὔρων, ἀφρὸν λεπτὸν ἐπιπολῆς ἀνωμάλως διεσπαρμένον ἔχοντα, τινὲς δὲ παχέα μὲν αὐτά, κατὰ δὲ τὴν ἐπιφάνειαν ἔχοντα σκληρότητα πάνυ λεπτὴν ὡς ψάμμον. ἀλλά γε ταῦτα πάντα διελθοῦσιν ἡμῖν οὐδὲν πλέον. αὐτὸς γὰρ ἐπὶ τῷ τέλει τῆς ῥήσεως ἔγραψε μέλανα προσδέχεσθαι ἥξειν καὶ τούτῳ γε πάλιν αὐτῷ προσέθηκεν ὀλέθριον· εἴρηκε δὲ ἔμπροσθεν αὐτὸν οὐρεῖν μέλανα. τὸ γοῦν ‘ἐλπὶς μέλανα ἥξειν’ ἀπολείπεται περὶ τῶν διαχωρουμένων ἢ ἐμουμένων ἀκοῦσαι. περιττὸν δὲ ἀναμένειν ἐκεῖνα προρρήσεώς γε ἕνεκεν, ὀλεθριώτερα αὐτῶν ἑωρακότα σημεῖα οὖρα μέλανα πρὸς τῷ μήτε διὰ παντὸς μήθ' ὡς τὸ πολὺ μελάνων οὔρων γενομένων ἔκκρισιν διὰ γαστρὸς ἢ ἔμετον ἕπεσθαι διὰ παντὸς μελάνων. διό μοι δοκεῖ καὶ ὁ Διοσκορίδης ὑπομέλανα γράψαι τὰ τοιαῦτα οὖρα προσθεὶς τὴν ὑπό πρόθεσιν, ἵνα προρρητικόν τι κἂν ὀλίγον ὁ λόγος ἔχῃ. περιττὴ δὲ παντοίως ἔσται τῶν ἄλλων συμπτωμάτων ἡ προσθήκη. τὰ γὰρ ὑπομέλανα |