Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.717
Not analysed yet
Καὶ τούτου τοῦ λόγου τὸ καθόλου πολλάκις εἴρηται πάντων τῶν ἀλόγως ἀφανισθέντων κακόν τι σημαινόντων. καὶ ἐνταῦθα δὲ πρόσκειται τῶν κατὰ μέρος τι κακὸν γιγνόμενον ἐπὶ χολώδεσι πτύσμασιν ἐν πλευριτικοῖς πάθεσιν ἐξαίφνης ἀφανισθεῖσιν, οὐ μὴν διὰ παντὸς ἢ πλειστάκις, ἀλλ' ὅταν ἡ μετάστασις τοῦ χολώδους ἐπὶ τὴν κεφαλὴν γένηται, τηνικαῦτα μόνον οἱ κάμνοντες ἐξίστανται. τῷ μέντοι συνήθει τῆς ἑρμηνείας εἴδει χρησάμενος ὁ γράψας τὸ βιβλίον ἀλλόκοτον ἐποίησε τὴν λέξιν, οὐκ ἐχόντων ἡμῶν, τίνι τὸ ἐξίστανται συντάξομεν· ὅσον μὲν γὰρ ἐπὶ τῇ λέξει, τῷ τῆς πλευρᾶς ἀλγήματι, φάντος γε αὐτοῦ πλευροῦ ἄλγημα ἀλόγως ἀφανισθέν, ἐξίστανται. πάνυ δ' ἀκύρως ἂν εἴη λεγόμενον τὸ τοῦ πλευροῦ ἄλγημα ἀλόγως ἀφανισθέν, ἐξίστανται. κἂν γὰρ ἀντὶ τοῦ ἐξίστανται ἐξίσταται γράφωμεν χωρὶς τοῦ ν τῆς πρὸ τέλους συλλαβῆς διὰ μόνου τοῦ τ καὶ α, καὶ οὕτως