Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.718
Not analysed yet
ἄτοπος ἡ ἑρμηνεία γίνεται καὶ πολὺ |χείρων αὐτῆς. τὸ μὲν γὰρ ἀπὸ τῶν παθῶν ἐπὶ τὸν κάμνοντα σολοικώδης ἡ μετάβασις γίνεται, τὸ δ' ἄνευ τοῦ ν λεγόμενον ἐξίσταται τὴν ἀρχὴν οὐδ' οὕτως τί πρότερον σημαίνει, δυνατὸν εὑρεῖν. κατὰ φύσιν γὰρ ἦν εἰρηκέναι πλευροῦ ἀλγήματος ἐπὶ πτύσεσι χολώδεσιν ἀλόγως ἀφανισθέντος οἱ κάμνοντες ἐξίστανται, σημαίνοντος δηλονότι τοῦ ἐξίστανται παρακοπὴν σφοδρὰν καὶ μανιώδη. Ἐπὶ τραχήλου ἀλγήματι κωματώδει, ἱδρώδει, κοιλίη φυσηθεῖσα· εἰ δέ τι πρὸς ἀνάγκην ὑγρὰ χαλῶσα, ὑποπεριπλυθεῖσα, ἐκ τουτέων ἄχολα ἐξίστανται. τὰ τοιαῦτα διασῳζόμενα μακροτέρως διανοσέει. ἆρά γέ εἰσιν ἄχολοι περιπλύσιες εὐηθέστεραι καὶ τὸ φυσῶδες ὄγκῳ προσωφελέει; Καὶ κατὰ τήνδε τὴν ῥῆσιν ἀνομοιογενῶν ἐστι συμπτωμάτων ἄθροισμα. τραχήλου μὲν γὰρ ἄλγημα μετὰ κώματος |