Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.723
Not analysed yet
τινὲς τῶν παλαιῶν, καθὸ καὶ νῦν ἔοικεν εἰρῆσθαι· συνεκφαίνει γὰρ τὸ κατὰ τὴν τελευτὴν τῆς ῥήσεως εἰρημένον προσωφελέειν. Κοιλίης περίτασις πρὸς ἀνάγκην ὑγρὰ χαλῶσα, ταχὺ ὀγκουμένη, ἔχει τι σπασμῶδες, οἷον καὶ τῷ Ἀσπασίου υἱῷ· τὸ ἐπιρριγοῦν τούτοις ὀλέθριον. ἐκ τουτέων σπασμώδης γενηθεὶς καὶ ἐμφυσηθείς, μακροτέρως διανοσήσας, στόματι σῆψις χλωρὴ ἐπεγένετο. Εἴρηταί μοι καὶ πρόσθεν ὡς ἡ διδασκαλία τῆς ἰατρικῆς θεωρίας ὑφ' Ἱπποκράτους διὰ τῶν καθόλου γέγονεν ἐν ἅπασι τοῖς γνησίοις βιβλίοις προχειριζομένου ποτὲ καὶ τῶν κατὰ μέρος ἔνια παραδείγματος ἕνεκα πρὸς σαφήνειαν τῶν μανθανόντων. ἐπεὶ δ' οὐκ ἀπόχρη τὰ καθόλου θεωρήματα μαθεῖν εἰς τὸ διαγινώσκειν ἑτοίμως ἐπὶ τῶν ἔργων αὐτὰ χωρὶς τοῦ γυμνάζεσθαι, διὰ τοῦτο γυμνασίας ἕνεκεν |