Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.722
Not analysed yet
γράψαντος αἰτίας αὐτῶν ἡμᾶς ἀποδιδόναι πιθανάς, ὡς ἐν τοῖς τῶν Ἐπιδημιῶν ἐποιήσαμεν, ἢ ὡς καθολικοὺς τοὺς λόγους ἐξετάζειν. ἀπὸ μὲν γὰρ τῆς κεφαλῆς εἰς τὴν γαστέρα μεταρρυῆναί τις δύναται χυμός, ὥσπερ γε καὶ εἰς φάρυγγα καὶ λάρυγγα καὶ πνεύμονα καὶ εἰς θώρακα καὶ διάφραγμα καὶ σπλῆνα καὶ ἧπαρ καὶ ὁτιοῦν ἄλλο, καθάπερ γε κἀξ ἐκείνων ἑκάστου πάλιν ἐπὶ τὴν κεφαλὴν ἀνενηνέχθαι. τὸ δ' ἤτοι διὰ παντὸς ἢ πλειστάκις εἰς ἓν τῶν εἰρημένων τὴν μετάστασιν γίνεσθαι ψεῦδος, ὅπερ αἱ πλεῖσται τῶν κατὰ τοῦτο τὸ βιβλίον ἐνδείκνυνται ῥήσεις, ἐφ' αἷς ἁπλῶς ἀποφαίνεται χωρὶς τοῦ προσθεῖναι τὸν ἐπαπορητικὸν σύνδεσμον ἢ τὸν ἄρρωστον αὐτὸν ὀνομαστί. ἀλλά γε κατὰ τὴν προκειμένην ῥῆσιν εἰπών "ἆρά γέ εἰσιν αἱ ἄχολοι περιπλύσιες εὐηθέστεραι;" δῆλος ἐγένετο μὴ θαρρεῖν ὡς καθολικῷ τῷ λόγῳ. τὸ δὲ εὐηθέστεραι ῥῆμα σημαίνει μὲν καὶ τὸ κακοηθέστεραι (καὶ πολλάκις κατὰ τοῦτο τὸ σημαινόμενον τούτῳ φαίνονται κεχρημένοι πολλοὶ τῶν παλαιῶν), σημαίνει δὲ καὶ τὸ εὔτροποι· κέχρηνται γὰρ καὶ τούτῳ |