Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.727
Not analysed yet
οὔτε δὲ διὰ τί σπασμώδης ὁ τοῦ |Ἀσπασίου υἱὸς ἐγένετο δύναιτ' ἄν τις εἰπεῖν ἁπάντων μὴ γεγραμμένων τῶν συμβάντων αὐτῷ, οὔτε διὰ τί χλωρὰ σηπεδὼν ἐν τοῖς κατὰ τὸ στόμα τόποις ἐγένετο· κακοχυμίας μὲν γὰρ ἔκγονα τὰ τοιαῦτα παθήματα. πόθεν δ' ἤθροισέ ποτ' αὐτὴν ἄδηλον, οὐκ εἰδότων ἡμῶν ὅπως διῃτήθη. οὐ μὴν οὐδὲ τὰ κατὰ τὴν κοιλίαν αὐτοῦ γενόμενα σηπεδονώδους ἐστὶ κακοχυμίας σημεῖον πρὸς τῷ μηδὲ τίνα λέγει τὴν χλωρὰν σηπεδόνα γινώσκεσθαι σαφῶς, ἐπειδὴ χλωρὰ καὶ τὰ τὴν ἰώδη χροιὰν ἔχοντα καλοῦσιν καὶ τὰ τὴν ὠχράν. Τὰ κατ' ὀσφὺν ὑπὸ λεπτὸν χρόνια ἀλγήματα, πρὸς ὑποχόνδριον γριφόμενα, ἀποσιτικά, ἅμα πυρετῷ, τούτοισιν εἰς κεφαλὴν ἄλγημα σύντονον ἐλθὸν κτείνει ὀξέως τρόπῳ σπασμώδει. Εἴθ' ὑπὸ λεπτόν ἢ κατὰ λεπτόν (ἑκατέρως γὰρ γράφουσιν), ἀσάφειαν ἔχει πολλήν· διό τινες ἔγραψαν ὑπὸ πλευ|