Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.728
Not analysed yet
ρόν. οἱ δ' οὖν ὑπὸ λεπτόν ἢ κατὰ λεπτόν γράψαντες ἐσχίσθησαν ταῖς γνώμαις, ἔνιοι μὲν ἔντερον λεπτὸν εἰρῆσθαι λέγοντες, ἔνιοι δὲ τὸ πλατὺ καὶ ἱερὸν ὀνομαζόμενον ὀστοῦν. εἰσὶ δ' οἳ καὶ τρίτον τι τούτων ἐποίησαν, ὡς λέγειν ἄμφω <γ'> ἅμα, καὶ συνάπτουσι τὸν λόγον τοῖς ἐπιφερομένοις. φασὶ γὰρ ἀπὸ τῆς ἐπὶ πύλαις ἥπατος φλεβὸς ἀποφύσεις τε καὶ κατασχίσεις παμπόλλας κατὰ τὸ μεσάραιον γίγνεσθαι. τούτων οὖν πασχουσῶν ὀδύνας ἕπεσθαι κατὰ τὴν ὀσφὺν οὐ συνεχεῖς, ἀλλὰ κατὰ λεπτάς τινας διαστάσεις, ἅστινας ἀνάγεσθαί τε καὶ συνάγεσθαι καὶ οἷον συσπᾶσθαι πρὸς τὸ δεξιὸν ὑποχόνδριον ἐπὶ τὰς πύλας τοῦ ἥπατος, ἔνθα τὴν οἷον ῥίζαν εἶναι τοῦ πάθους ὑποτίθενται, φλεγμαινούσης τῆς φλεβὸς ταύτης ἅμα ταῖς ἀποφύσεσιν ἁπάσαις. διὰ τί δ' οὕτως ἀκούειν χρὴ τοῦ γριφόμενα, παραλείπουσιν μὲν οὗτοι, λέγουσι δ' ἄλλοι τινὲς παρὰ τὸν γρῖφον ὠνομάσθαι. καλεῖται δ'