Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.729
Not analysed yet
οὕτως τι τῶν ἁλιευτικῶν δικτύων, οὐχ ὡς οὗ|τοι νομίζουσι διὰ τοῦ φ γραφόμενον (ἕτερον γὰρ τὸ τῆς φωνῆς σημαινόμενον ταύτης), ἀλλὰ διὰ τοῦ π· διὸ καί τινες ἐν τῇ προκειμένῃ ῥήσει γριπόμενα γράφουσι. τινὲς δὲ τοὺς ἐνειλουμένους ὑμένας γριφωμένους φασὶ λέγεσθαι συνήθως, ὅταν τις διαγράφῃ τε καὶ διαγινώσκῃ τῷ δακτύλῳ. ἐκ μεταφορᾶς οὖν τὰ τοῖς δακνομένοις τε καὶ διαγραφομένοις ἀλγήματα γιγνόμενα κεκλῆσθαι γριφώμενα. τινὲς δὲ καὶ κατὰ τὴν ἀρχὴν τῆς ῥήσεως εἰρῆσθαί φασι τὰ κατὰ τὴν ὀσφὺν καὶ κατὰ λεπτὸν χρόνια ἀλγήματα, ὡς εἰ καὶ κατὰ τόνδε τὸν τρόπον εἰρήκει τὰ κατὰ σμικρὸν ἀλγήματα γινόμενα, τοῦτ' ἔστι τὰ ἀσθενῆ. συγχωρήσαντες οὖν καὶ τοῖς οὕτως ἐξηγησαμένοις καὶ τοῖς τὰς πύλας τοῦ ἥπατος πάσχειν ὑποσχομένοις ὀρθῶς εἰρῆσθαι πάντα (καὶ γὰρ τὸ ἀποσιτεῖν κατὰ τῶν ἀνορέκτων εἰρημένον ἕν τι τῶν τεκμηρίων εἶναί φασι τοῦ πεπονθέναι τὸ ἧπαρ) ἀκούσωμεν παρ' αὐτοῦ, τίς ἐκ τῶν οὕτως εἰρημένων ἡμῖν ὠφέλεια γενήσεται. φησὶ γὰρ ὁ γράψας τὴν ῥῆσιν· τούτοισιν ἐν κεφαλῇ ἄλγημα σύντονον ἐλθὸν κτείνει ὀξέως τρόπῳ σπασμώδει. ἆρ' οὖν συμβουλεύουσιν ἡμῖν προειπεῖν ἑπόμενα |