Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.731
Not analysed yet
τούτων ἁπάντων ἀρχομένων γίνεσθαι σημεῖα, πρὶν δ' ἄρξασθαι τὸ τῆς κεφαλῆς ἄλγημα μόνον ὑπάρχον, ὑποψίαν μὲν πάντων παρέχειν, βεβαίαν δὲ πρόγνωσιν οὐδενὸς ἐξ αὐτῶν. Τὰ ἐπιρριγοῦντα καὶ ἐς νύκτα μᾶλλόν τι παροξυνόμενα, ἄγρυπνα, φλεβοδονώδεα ὄντα ἐν τοῖς ὕπνοις, ἔστιν ὅτε οὖρα ὑφ' ἑαυτοὺς χαλῶντες, ἐς σπασμοὺς ἀποτελευτᾷ κωματώδεας. Ἔργον ὁ ταῦτα γράψας πεποίηται καθ' ἑκάστην ῥῆσιν ἢ ὄνομά τι τῶν ἀήθων ἢ σύνθεσιν ἐξευρίσκειν, ὥσπερ καὶ νῦν ἄμφω πεποίηκεν. ἀλλὰ τὸ μὲν τῆς ἀήθους συνθέσεως ἐν ἑκάστῃ ῥήσει γινόμενον, ἀπὸ τῶν παθῶν μεταβαίνοντος αὐτοῦ πρὸς τοὺς πάσχοντας ἢ ἀπ' ἐκείνων ἐπὶ τὰ πάθη, παραλειπτέον ἡμῖν ἐστιν, ὅταν, ὅσον ἐπὶ τούτῳ, μηδεμίαν ἀσάφειαν ὁ λόγος ἴσχῃ.