Ancient Greek · ~4 min
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.732
Not analysed yet
τὸ δὲ φλεβοδονώδεα καινὸν καὶ |ξένον ὄνομα κατὰ τὴν προκειμένην ῥῆσιν ἐποίησεν ἐμφαίνων, ὅσον ἐπὶ τῇ φωνῇ, φλέβας δονουμένας. εἴτε δέ, ὥς τινες ἔγραψαν αὐτό, διὰ τοῦ τ φλεβοτονώδεα τὰς τεινομένας φλέβας εἴτε τὰς κυρίως ὀνομαζομένας φλέβας εἴτε καὶ τὰς ἀρτηρίας, ὅτι καὶ ταύτας ἐνίοτε φλέβας ὀνομάζουσιν οἱ παλαιοί, δονουμένας ἢ τεινομένας ἀκούειν χρή, θαυμαστόν, ὅπως νῦν πρῶτον αὐτῶν ἐμνημόνευσε. τὰς μὲν γὰρ ἀρτηρίας εἴπερ βούλεται σημαίνειν ἤτοι τεινομένας ἢ δονουμένας, ὅπερ ἐπὶ τῆς κλονώδους κινήσεως ἀκούειν χρή, κατὰ πολλοὺς τῶν ἀρρώστων ἐχρῆν αὐτὸν εἰρηκέναι τι περὶ αὐτῶν. εἰ γὰρ ἦν οὕτως ἐπιμελὴς ὁ ἀνὴρ περὶ τὴν τῶν ἀρτηριῶν κίνησιν, ὥστε καὶ κλονουμένας αὐτὰς καὶ τεινομένας παραφυλάττειν, οὐ δήπου τὰς ἄλλας διαφορὰς τῶν σφυγμῶν ἠγνόει. πῶς οὖν οὐδὲν ὑπὲρ αὐτῶν ἔγραψεν; εἰ δὲ τῶν κυρίως ὀνομαζομένων φλεβῶν μνημονεύει τεινομένων, πῶς οὐχὶ καὶ τούτου τοῦ συμπτώματος ἤδη πρότερον ἐμνημόνευσεν ἐν κεφαλαλγίαις σφοδραῖς γινομένου; φαίνονται γὰρ ἐν αὐταῖς, καὶ μάλισθ' ὅταν μετὰ πολλῆς θερμασίας γίνωνται, σφύ|