Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.735
Not analysed yet
σπασμώδεες. ἐπὶ τούτοις οὖν ἑκατέροις τοὺς ἐξ ἀρχῆς ἐφιδροῦντας ἅμα πέποσιν οὔροις ἔγραψεν, ὃ τοιοῦτόν ἐστιν οἷον εἰ καί τις λέγει κινδυνεύειν ἀποθανεῖν τόνδε τινὰ τὸν ἄνθρωπον, ἐπεὶ τήν τε μήνιγγα τέτρηται καὶ τὰ κατὰ τὸν θώρακα συντέτρηται καὶ κατὰ τὸν μηρὸν ἑλκύδριον ἔχει σμικρόν, ἢ εἴ τις λέγει κινδυνεύειν ἀποθανεῖν τόνδε τινὰ διὰ τὸν ὕδερον καὶ τὴν παρωνυχίαν. τί οὖν ἔτι ζητῶμεν ἅττα ποτ' οὖρα λέγει πέπονα; περὶ ὧν ἔμπροσθεν ἔφην ἐπιτιμῆσαι τὸν Ἐφέσιον Ῥοῦφον Ζεύξιδι τῷ ἐμπειρικῷ. ψεῦδος μὲν γὰρ εἶναι τοῦτο, μηδέποτε κακόν τι τῶν τοιούτων οὔρων γεννώντων, ἀληθὲς δὲ τὸ τὰ ‘ἐπίπονα οὖρα’ κακόν τι σημαίνειν· δηλοῦσθαι γὰρ τὰ μετὰ πόνου κενούμενα. δεύτερον μέντοι τοῦτο γεγραμμένον τὸ τῶν πεπόνων οὔρων, οὐκέτι πιθανόν ἐστιν ὁμοίως κατ' ἀμφοτέρας τὰς ῥήσεις ἡμαρτῆσθαι τὴν λέξιν, ὡς ὁ Ῥοῦφος ἠξίου μεμφόμενος τὸν Ζεῦξιν. ἀλλ' ἴσως αὐτὸς ὁ γράψας τὰ παχέα καὶ λευκὰ πέπονα κεκληκώς ἐστιν, ἐπειδὴ τοιαύτην ὑπόστασιν ἑώρα κἀν τοῖς ἀληθῶς πέποσιν οὔροις. τὰ δ' |