Ancient Greek · ~2 min
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.736
Not analysed yet
ἀνατεταραγμένα παραπλησίως τοῖς τῶν ὑποζυγίων οὐ πέπονα. Τῇσιν ἐπιφόροισι κεφαλαλγικὰ καρώδεα μετὰ βάρεος γινόμενα φλαῦρα, ἴσως δὲ ταύτῃσι καὶ σπασμῶδές τι παθεῖν ὀφείλει. Πάλιν κἀνταῦθα τὴν σύνταξιν τῶν ὀνομάτων εἰδότες σολοικώδη μετέγραψαν ἔνιοι τὴν ταύτῃσι τοιάνδε ποιήσαντες τὴν λέξιν· ἴσως δὲ ταῦτα καὶ σπασμῶδές τι παθεῖν ὀφείλει. ἀλλ' ὡς ἔφην καὶ πρόσθεν, ὅταν ἡ αὐτὴ σῴζηται διάνοια, γράφειν ἐπιτρέψαντες, ὡς ἂν ἕκαστος ἐθέλῃ, περὶ τῆς ἀληθείας τῶν εἰρημένων σκοπῶμεν. ἀλλ' οὐδὲ περὶ ταύτης ἤδη σκοπεῖν ἐπιτρέπει παρεγκείμενον τῇ ῥήσει τοὔνομα τὸ ἐπιφόροισιν ἐξηγήσεως δεόμενον. οὐ γὰρ μόνον ἀήθη σύνθεσιν ὀνομάτων ὁ συγγραφεὺς εὑρίσκειν πειρᾶται |