Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.751
Not analysed yet
Οὔρου ἐπίστασις καὶ οἷσι ῥίγεα ἐπὶ τούτοισι σπασμώδεσιν, οἷον καὶ αὐτὴ φρίξασα ἐφίδρωσεν. Ἐὰν μεταθῶμεν τὸν καί σύνδεσμον, ὁ λόγος ἔσται σαφέστερος τοιοῦτος γενόμενος· οὔρου ἐπίστασις οἷσι ῥίγεα καὶ ἐπὶ τούτοισι σπασμώδεσι. τὸ μὲν οὖν οἷσι ῥίγεα κἀν τοῖς τῶν Ἐπιδημιῶν εἴρηται κατὰ τήνδε τὴν λέξιν· "πρὸ ῥίγεος αἱ σχέσεις τῶν οὔρων." ὅτι δέ κἀπὶ τοῖς σπασμώδεσι πάθεσιν ἴσχεται τὰ οὖρα, προσέθηκεν οὗτος ἐν τῇ προκειμένῃ ῥήσει. τὰ δ' εἰρημένα μάτην ἐνίοις τῶν ἐξηγησαμένων εἰς τήνδε τὴν ῥῆσιν ἄμεινον σιωπᾶν, ἐγὼ δὲ ἐξήγησιν εἶπον τὴν ὠφελεῖν εἰς πρόγνωσιν ἱκανήν. καὶ οὕτως φρίξασα ἐφίδρωσε. καὶ ὁ Κόιντος μὲν μόνην εἰδὼς τὴν γραφὴν ταύτην, ἣν εὗρ' ἐν παλαιοῖς ἀντιγράφοις, ὥς φησιν, ὁμολογεῖ μὴ νοεῖν. ἐν δὲ τοῖς πλείστοις τῶν ἀντιγράφων γέγραπται καὶ αὐτὴ φρίξασα ἐφίδρωσεν, ἵνα γυναικὸς |