Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.752
Not analysed yet
ὄνομα τὴν Αὐτή φωνὴν ἀκούσωμεν, ἧς φριξάσης ἐφιδρῶσαι συνέβη. [Κενώσιες] ἄκρητοι τελευτῶσαι καθάρσιες πῇ μὲν παροξυντικαί. <ἐν> τούτοισι δὲ καὶ πάνυ. ἐκ τοιούτων καὶ παρ' οὖς ἀνίστανται. Ἀντὶ τοῦ καθάρσιες ἄμεινον ἦν εἰρῆσθαι ‘κενώσιες’. ὅταν γὰρ ἐκκενούμενα τύχῃ τὰ διεφθαρμένα, κάθαρσις γίνεται τοῦ σώματος, ὅταν <δ'> ἐκκρίνηται τὰ τῷ λόγῳ τῆς νόσου γινόμενα, κένωσις. ὁπότερον δὲ τούτων λέγει, δῆλόν ἐστιν ἐκ τοῦ φάναι τελευτῶσαι, ὡς αἱ ἐκκαθαίρουσαι τὸ σῶμα κενώσεις τὴν ἀρχὴν μὲν ἴσχουσιν ἀπὸ τῶν ἀκράτων ἐνίοτε, τελευτῶσι δὲ εἰς εὔτροπα διαχωρήματα. τὸ δὲ ἐν τούτοισι δὲ καὶ πάνυ τὰς τοιαύτας κενώσεις εἶναι παροξυντικὰς ἐπὶ τὰ προειρημένα τὴν ἀναφορὰν ἔχει. προείρηται δὲ ‘οὔρου ἐπίστασις οἷσι ῥίγεα καὶ ἐπὶ τοῖς