Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.753
Not analysed yet
σπασμώδεσι’ σφοδρῶς. |ἡ πρόγνωσις δὲ ἐπὶ τούτου τὸ παρ' οὖς ἀνίστασθαι, δυνάμενον μέν ποτε γενέσθαι (καὶ διὰ τοῦτο γράφει, ἐπειδή τινι παθόντι τὰ κατὰ τὴν εἰρημένην συνδρομὴν συνέβη ἔχειν παρωτίδα), οὐ μὴν διὰ παντός, ἀλλ' ὡς τὸ πολὺ τὴν προειρημένην συνδρομὴν τὰ παρ' οὖς ἀκολουθεῖν εὔλογον· ἐμάθομεν γὰρ τὰ τῶν τοιούτων ἀποστάσεων σημεῖα. Αἱ ταραχώδεες θρασύταται ἐπεγέρσιες, σπασμώδεες, ἄλλως τε καὶ μεθ' ἱδρῶτος. Ἔμπροσθεν ἤδη τοιαύτας συνδρομὰς ἐξηγησάμεθα οὐδὲν οὔτ' ἐξ ἀνάγκης ἐχούσας οὔθ' ὡς τὸ πολύ. καὶ διὰ τοῦτο καὶ τὴν προκειμένην ταύτην οἱ μὲν συνάπτουσι τοῖς ἐπιφερομένοις, οἱ δὲ διασπῶσι. |