Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.755
Not analysed yet
μαίνειν σπασμόν, ἀλλὰ κἂν ὑποπτευομένῳ τινὶ σπασθῆναι γένηται, σημεῖον ἀγαθόν ἐστιν, πέττεσθαί γε δηλοῦσα τὴν νόσον. αἱ δὲ ἀφρώδεες εἴτε διὰ σύντηξιν εἴτε διὰ ταραχήν τινα καὶ πνεῦμα γίγνοιντο φυσώδεις, ἑκατέρως ὕποπτοι πρὸς σπασμόν, οὐ μὴν αἱ πυώδεις ὁμοίως ταύταις. εἰ δ' ἀκύρως πυώδεις εἴρηκε τὰς τῶν ὠμῶν καὶ παχέων οὔρων ἐκκρίσεις, οὐδ' οὕτως ὕποπτοι †ἐπὶ τῷ τέλει πρὸς τὴν τοῦ σπασμοῦ γένεσιν. ἡ δ' ἀψυχία καὶ ἡ τοῦ ὄμματος ἀμαύρωσις ἀρρωστούσης τῆς ψυχικῆς δυνάμεώς εἰσι σημεῖα. τὸν οὖν σπασμὸν οὐκ αὐτὰ τὰ συμπτώματα προσγενόμενα τοῖς εἰρημένοις, ἀλλ' ἐκεῖνα μόνα δύναται δηλῶσαι. λέγω δ' ἐκεῖνα τραχήλου καὶ μεταφρένου κατάψυξιν ἅμα τῷ παντὶ σώματι καὶ πρὸς τούτοις οὖρον ἀφρῶδες ἢ ὠμὸν καὶ ἄπεπτον. ἡ δὲ τοῦ ὄμματος ἀμαύρωσις κατὰ συμβεβηκὸς ἐπιμαρτυρήσει τῇ προσδοκίᾳ τοῦ σπασμοῦ, διότι τὴν ἀρχὴν τῶν νεύρων πεπονθέναι σημαίνει. γνωστέον δὲ καὶ ταύτην τὴν συνδρομὴν τῶν δυναμένων ἐνεργεῖν σπασμόν, οὐ μὴν διη- |