Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.756
Not analysed yet
νεκῶς ἢ ὡς τὸ πολύ, μᾶλλον δὲ ἀμφιδόξως, ἐὰν ἀφρώδη γράψωμεν. †οὔτε πυωδῶν γραφέντων, ἔμπαλιν, ὡς εἴρηται τὰ τῆς προσδοκίας ἔσται, διὰ μέσου δ' ἀμφοῖν ὑπνωδῶν γραφέντων, ἐπὶ μᾶλλον δὲ τούτων, εἰ ὠμὰ καὶ ἄπεπτα φαίνοιτο. τοῖς δ' ἀναπαυσαμένοις ἐξ αὐτῶν ἐγγὺς εἶναι τὸν σπασμὸν καὶ τὸν θάνατον ἥ τ' ἀμαύρωσις τῶν ὀφθαλμῶν καὶ ἡ ἀψυχία σημαίνει. λέγει δὲ δηλονότι τὴν λιποψυχίαν. Διοσκορίδης δὲ ἀντὶ τῆς ἀψυχίας ‘ἅμα ἀποψυχῇ’ γράφει. Πήχεως ἀλγήματα μετὰ τραχήλου σπασμώδεα. ἀπὸ προσώπου δὲ ταῦτα καὶ κατὰ φάρυγγα ἦχοι συχνοὶ σιελίζοντες, ἐν τούτοισιν οἱ ἐν ὕπνοις ἱδρῶτες ἀγαθοί. ἆρά γε καὶ τῷ ἱδρῶτι κουφίζεσθαι τοὺς πλείστους οὐ πονηρόν; |