Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.757
Not analysed yet
Τὸ ἀπὸ προσώπου δὲ ταῦτα πάντες ἤκουσαν ἐν ἴσῳ τῷ ἀπὸ κεφαλῆς. καὶ γὰρ πρόσθεν εἴρηκε κατ' ἄλλην ῥῆσιν "ἄλλως τε καὶ ἀπὸ κεφαλῆς ὁρμῶντα". διὰ τί δὲ σπασμώδεα λέγει ταῦτα τὰ συμπτώματα, τοῖς μεμνημένοις τῶν ἔμπροσθεν εἰρημένων οὐκ ἄδηλον. ἔνιοι μέντοι τὸ πρῶτον μέρος τῆς ῥήσεως αὐτὸ καθ' αὑτὸ γράφουσί τε καὶ ἀναγινώσκουσιν, ἵν' ὁ λόγος ᾖ τοιοῦτος πήχεως ἀλγήματα μετὰ τραχήλου σπασμώδεα, ἀπὸ προσώπου δὲ ταῦτα, μηκέτι δεομένων ἡμῶν εἰς τὴν πρόγνωσιν τοῦ σπασμοῦ τῶν ἐφεξῆς εἰρημένων. οὗτοι δὲ τὸν καὶ σύνδεσμον ἀφελόντες ἀρχὴν τῶν ἐφεξῆς γεγραμμένων ταύτην ἐποιήσαντο· κατὰ φάρυγγα ἦχοι συχνοί. τινὲς δὲ ἀντὶ τοῦ ἦχοι γράφουσι κατὰ φάρυγγα ὄχλοι συχνοί, ὥσπερ ὁ Διοσκορίδης. ὁ δὲ Καπίτων οὕτως ἔγραψεν "ἴσως· καὶ κατὰ φάρυγγα ὠχροὶ ἰσχνοί". προχείρως γάρ, ὡς εἴρηται πολλάκις, οἱ νεώτεροι ἐπὶ τὸ μεταγράφειν ἧκον, ὡς βούλονται, τὰς παλαιὰς γραφὰς ἐν τοῖς ἀσαφέσι βιβλίοις.