Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.759
Not analysed yet
τοῦτο, προφανῶς ὑπάρχον ἀγαθόν, εἰ δὲ μή, ἀλλὰ πάντως γε οὐ πονηρόν. Οἱ εἰς τὰ κάτω μέρη πόνοι τούτοισιν εὔφοροι. Ποῖα κάτω λέγει μὴ προσθέντος αὐτοῦ συνέβη διττὴν ποιήσασθαι τοὺς ἐξηγητὰς τὴν γραφήν, ἐνίους μὲν εὔφοροι γράψαντας, ἐνίους δὲ δύσφοροι. ἐὰν μὲν γὰρ εἰς τὰ περὶ θώρακα καὶ στόμα γαστρὸς ἀφικνῶνται πόνοι, δυσφορίαν ἐνθήσουσι μείζονα τῷ τραχήλῳ τε καὶ πήχεσιν, ἐὰν δ' εἰς τὰ σκέλη, μεγάλως ὀνήσουσιν ὅλην τὴν νοσώδη διάθεσιν. Οἱ ἐν πυρετοῖσιν ἐφιδροῦντες, κεφαλαλγέες, κοιλίης ἀπολελαμμένης, σπασμώδεες. |