Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.760
Not analysed yet
Ἀπὸ βραχυτάτης προσδοκίας ἐνίοτε γράφει σπασμώδεις ἔσεσθαι. θεασάμενος γὰρ ἴσως ἅπαξ τινὰ τῶν οὕτως ἐχόντων σπασθέντα, πολλάκις δὲ οὐκ ἰδών, ὅλον ὀλίγου δεῖν τὸ βιβλίον εἰς παραφροσύνης καὶ σπασμοῦ πρόρρησιν κατηνάλωσεν. ἐὰν οὖν πιστεύσας αὐτῷ τις τοὺς ἐν πυρετῷ κεφαλαλγοῦντας μετ' ἐφιδρώσεως καὶ κοιλίας ἐπεσχημένης ἀποφήνασθαι τολμήσῃ σπασθήσεσθαι, πάνυ πολλάκις ἀποτυχὼν ἅπαξ που τεύξεται. Τὰ ὑποψάθυρα ὑγρὰ διαχωρήματα περιψύχοντα οὐκ ἀπύρως φλαῦρα, τὰ ἐπὶ τούτοισιν ῥίγεα κύστιν καὶ κοιλίην ἐπιλαμβάνοντα ὀδυνώδεα. ἆρα τὸ κωματῶδες τούτοισιν ἔχει τι σπασμῶδες; οὐκ ἂν θαυμάσαιμι. Ψαθυρὰ διὰ μὲν τοῦ δ οἱ Ἀττικοὶ γράφουσι, διὰ δὲ τοῦ θ ἅπαντες οἱ ἄλλοι, τὰ κρέα τὰ τοῖς σκληροῖς καὶ ἰνώδεσι καὶ δυσδιαλύτοις