Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.768
Not analysed yet
ἔνιοι μὲν ἀπὸ τοῦ προειρημένου χωρίζουσιν, ἔνιοι δ' ἐκείνῳ συνάπτουσιν. εἰρήσεται δὲ ὅπερ ἐπὶ τῶν προειρημένων διὰ τῶν ἔμπροσθεν, ταὐτὸ καὶ περὶ τούτων. λευκαὶ γὰρ αἱ διαχωρήσεις γίνονται μὴ καταρρεούσης ἐξ ἥπατος εἰς τὴν γαστέρα χολῆς. ἀλλὰ τοῦτό γε καὶ καθ' ἑαυτὸ δύναται καὶ μετὰ τοῦ προειρημένου συστῆναι. διὰ μέντοι τὸ μιγνύειν αὐτὸν ἀλλήλοις πολλὰ τῶν ἑτερογενῶν ἔξεστι τοῖς ἀναγινώσκουσι συνάπτειν αὐτὰ καὶ χωρίζειν ἀπ' ἀλλήλων. ἀλλὰ τό γ' ἐφεξῆς τοῖς λευκοῖς διαχωρήμασι γεγραμμένον ἄγλισχρα ἐκ τούτων διεξελθόντα ἐξίστανται καύματι πολλῷ τῶν ἅπαξ ἴσως ἢ δὶς ἑωραμένων ἐστὶν αὐτῷ μηδεμίαν ἀναγκαίαν ἔχοντα τῆς ἀκολουθίας αἰτίαν, ἀλλ' ὡς εἴρηται πολλάκις ἤδη, γίγνεσθαι δυνάμενα ποτὲ μὲν τῷ μεθίστασθαι τοὺς λυποῦντας χυμούς, ποτὲ δὲ τῷ μερίζεσθαι, ποτὲ δὲ τῷ πλείονας ἐπιλαμβάνειν τόπους αὐξανομένης τῆς διαθέσεως. ἔτι δὲ μᾶλλον οὐδὲ κωματώδεις αὐτοὺς γενέσθαι τῶν ἀναγκαίων ἐστίν, ἀλλὰ τῶν ἐνδεχομένων. τοῦτο δὲ καὶ αὐτὸς ὡμολόγησεν εἰπών·