Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.767
Not analysed yet
γίνηται, δυοῖν ἀλλήλαις ἐπιπλεκομένων διαθέσεων, ἐν ἑκατέρᾳ καὶ κατὰ μόνας γίγνεται. τῆς οὖν τὸ ναυτιῶδες σύμπτωμα ποιούσης διαθέσεως ἐπιπλακείσης τῇ φλεγμονῇ διὰ τὴν ἑτέραν αὐτῶν οἱ κάμνοντες γίνονται ναυτιώδεις, οὐ διὰ τὴν φλεγμονήν. συμβαίνει δ' ἐνίοτε μὲν ἐπὶ μετρίαις ναυτίαις ἔμετον αὐτίκα συμπίπτειν, ἐνίοτε δὲ συνταράττεσθαι μὲν ἐπὶ πλεῖστόν τε καὶ πυκνόν, ἐμεῖν δ' ἤτοι μηδὲν ἢ παντάπασιν ὀλίγον, ὅπερ ἔστιν εἰκάσαι τὸ ἐμετωδῶς ἑλκόμενα δηλοῦν, ὅπερ εἴρηται κατὰ τὴν προκειμένην ῥῆσιν ἐν ἀρχῇ. μοχθηρὸν δέ ἐστιν οὐχ ὡς σημεῖον μόνον, ἀλλὰ καὶ ὡς αἴτιον τὸ τοιοῦτον σύμπτωμα. καθ' ὅσον μὲν γὰρ ἐνδείκνυται κακοχυμίαν δυσέκκριτον ἐν τῷ στόματι τῆς κοιλίας περιέχεσθαι, κατὰ τοῦτο σημεῖόν ἐστιν μοχθηρόν· ὅτι δὲ συνεχέσι σπαραγμοῖς ἀνιᾷ τὴν γαστέρα, κατὰ τοῦτο πάλιν ὡς αἴτιον αὐτῇ γενήσεται τῆς μὲν οὐκ οὔσης φλεγμονῆς ὡς γενέσθαι νῦν, τῆς δ' ἔμπροσθεν οὔσης ὡς αὐξηθῆναι. ἀλλὰ καὶ αἱ λευκαὶ διαχωρήσεις, φησίν, δύσκολοι. τοῦτο δ' |