Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.774
Not analysed yet
φλεγμοναῖς τῆς μήτρας ***,ἀλλ' οὐδὲ |γίνονται πολλάκις· [ἐπὶ φλεγμονῇ μήτρας] οἱ σπασμοὶ γενόμενοι κινδυνώδεις εἰσί. Κύστις ἀποληφθεῖσα ἄλλως τε καὶ μετὰ κεφαλαλγίης ἔχει τι σπασμῶδες. τὰ ναρκωδῶς ἐν τούτοισιν ἐκλυόμενα δύσκολα, οὐ μὴν ὀλέθρια. ἆρά γε καὶ παρακρουστικὸν τὸ τοιοῦτον; Ἀπόληψιν οὔρων ὥσπερ καὶ διαχωρημάτων εἴωθεν ἀντὶ τῆς ἐπισχέσεως ὀνομάζειν. ἔχειν οὖν φησίν τι σπασμῶδες αὐτὴν ἐν ἴσῳ τῷ δύνασθαι σπασμόν ποτε ἐργάσασθαι καὶ μάλισθ', ὅταν ἄλγημα προσγένηται κεφαλῆς· δηλοῖ γὰρ ἐν συμπαθείᾳ τῆς κύστεως τὴν τῶν νεύρων ἀρχὴν γεγονέναι. τὸ δ' ἐπιφερόμενον τούτῳ κατὰ τὴν ῥῆσιν, ἐν ᾧ τὰ ναρκωδῶς ἐν τούτοισιν ἐκλυόμενα γέγραπται, διττῶς ἐξηγήσαντο, τινὲς μὲν ἐπ' αὐτῶν τῶν οὔρων εἰρῆσθαι φάσκοντες, ὡς εἰ ἐκ τῆς