Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.775
Not analysed yet
ἐπισχέσεως ναρκωδῶς ἐκκριθείη (βού|λονται γὰρ ἀντὶ τοῦ ἐκκρινόμενα ἐκλυόμενα λελέχθαι), τινὲς δὲ ἐπὶ μορίων τοῦ σώματος ἤκουσαν φάναι ἐκλύεσθαι, τινὲς δ' ἐφ' ὅλου τοῦ σώματος, ἵνα φήσωμεν αὐτὸ κατὰ μὲν τὴν αἴσθησιν ναρκῶδες, κατὰ δὲ τὴν προαιρετικὴν κίνησιν ἔκλυτον γεγονέναι. ταῦτ' οὖν βούλονται δύσκολα μὲν ἐν ἴσῳ τῷ ἀκίνδυνα λελέχθαι, οὐ μὴν ὀλέθριά γε. εἰ δὲ κατὰ τὴν τελευτὴν τῆς ῥήσεως ἀπορῶν †ἀποφαίνεται παρακρουστικὸν εἶναι τὸ τοιοῦτον ἢ μή, πολλάκις ἤδη μεμαθήκαμεν αὐτοῦ τὴν γνώμην ἐν οἷς ἀπορεῖ. Ἆρά γε καὶ περὶ κρόταφον ὀστέων διακοπαὶ σπασμὸν ἐπικαλέονται; ἢ τὸ μεθύοντα πληγῆναι ἢ τὸ ῥυῆναι πολὺ ἐν ἀρχῇσι; τοῦτο ποιεῖ σπασμώδεα; Τὸ μὲν ἐπὶ τῷ τέλει τῆς ῥήσεως εἰρημένον σπασμώδεα κατά τινα τῶν ἀντιγράφων οὐ πρόσκειται, διαφέρει δ' |